<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg054.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="15"><p>Οὕτως ἐποίησεν Ὁζάν. Ἐκ τούτου δείκνυται ὡς οὐκ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀλλʼ
                        ἕτερός τις μετὰ πολλὰς γενεὰς ταῦτα συνέγραψε. Καὶ ἀληθὲς μὲν νοηθὲν,
                        οὐκ ἐναντίον δὲ οἷς πρότερον εἰρήκαμεν. Ἔγραψε γὰρ ὁ Ἰησοῦς τὰ ἐπʼ αὐτοῦ
                        γεγονότα, ἢ ἀποκαλυφθέντα, ὥσπερ καὶ Μωϋσῆς τὰ κατὰ τοὺς ἐπʼ αὐτοῦ
                        χρόνους. Μετὰ δὲ ταῦτα τοῦ ναοῦ οἰκοδομηθέντος ἤδη ὑπὸ τοῦ σοφοῦ
                        Σολομῶντος, καὶ τοῦ λαοῦ ὑποκλίναντος εἰς πολλὴν ἀσέβειαν, καὶ τοῦ Θεοῦ
                        τὸν ναὸν ἔρημον καταλιπόντος ὡς μόλις εὑρεθῆναι τὸ Δευτερονόμιον
                        ἐῤῥιμμένον ὡς ἔτυχε· διά τοι τοῦτο τοῦ λαοῦ τὴν Βαβυλωνικὴν αἰχμαλωσίαν
                        ὑποστάντος, Ἔσδρας νομικώτατος ὢν, καὶ ἀποστομίζων πᾶσαν τὴν Παλαιὰν
                        Διαθήκην, ἔγραψε τὸν νόμον, καὶ ἕτερά τινα τὰ γεγονότα καὶ
                        ἀποκαλυφθέντα. Ταῦτα πάλαι μὲν προεῤῥέθη, μετὰ δὲ ταῦτα γέγονε. Τοιοῦτόν
                        ἐστι δήπου καὶ οὖ νῦν ἐμνημονεύσαμεν.</p></div></div></body></text></TEI>