Σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, Τοῖς φυλάσσουσι τὸν νόμον ὑπέσχετο διδόναι ἂ προείρηκεν· οὐ γὰρ Ἰησοῦ τῷ Ναυῆ. Μὴ φυλάξαντες γὰρ οἱ Ἰσραηλῖται οὐκ ἕλαβον, ὡς δηλοῖ τὰ ἑξῆς. Πᾶς ὁ τόπος ἐφʼ ᾧ ἂν ἐπιβῆτε. Ἀντέστηπαν οἱ ἐπὶ τῆς Γαῒ διὰ τὴν τοῦ Ἀχὰρ παρανομίαν. Καὶ ἄλλως· Ὅτι τοῦ Θεοῦ παραδόντος εἰς χεῖρας αὐτῶν τὰ ἕθνη οὐκ ἐξωλόθ ρευσαν, καὶ ἐγενήθησαν, εἰς σκόλοπα αὐτοῖς. Καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικός πόρνης, ὄνομα Ῥαάβ. Πόρνῃ πιστεύουσιν οἱ κατάσκοποι τὴν ἑαυτῶν σωτηρίαν· καὶ μάλα εἰκότως. Δείκτυται γὰρ ἐξ ὧν ἡ πόρνη διαλέγεται, μόνη πιστὴ καὶ τὸν Θεὸν φοβουμένη· διὸ καὶ διʼ αὐτῆς ἡ συγγένεια σώζεται. Τοῦ αὐτοῦ. Ῥαὰβ ἑρμηνεύεται πλατυσμὸς, σύμβολον οὗσα τὴς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας λεγούσης· « Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα οἰκήσω. » Τοῦ αὐτοῦ. Οὐκ ἐκ τῆς δεξιώσεως μόνης σώζεται, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως καὶ τῆς πρὸς τὸν Θεὸν διαθέσεως.