<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="8"><p>Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωματικὰ πράγματα καὶ ὑλικὰ, οἶκός
                        ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας.</p></div><div type="textpart" subtype="paragraph" n="9"><p>Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος
                        εἴρηται· « Ὀλι γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη. » Συγγενῶς τε τὸ, «
                        Ὀλίγοι οἱ σωζόμενοι, » καὶ τὸ, « Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς
                        πύλης. »</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ πανεὶ ῥήματι, καὶ τὰ
                        ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἱ καὶ ἄρτος δηλοῦται ἐν τῇ
                        Ἐξόδῳ. « Οὗτος γὰρ, φησὶν, ὁ ἅρτος ὅν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ
                        ῥῆμα ὃ συνέταξε Κύριος. » Διὰ τοῦτο δὲ τὸ μάννα « λεπτὸν ἦν ὡσεὶ κόριον
                        λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς· » ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ
                        μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων
                        πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοε
                        ρὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἐξῆς. Ἦν δὲ καὶ ὡσεὶ
                        κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην διʼ ὅλων
                        λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα,
                        ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι.
                        Τοιοῦτος δὲ διʼ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι <note type="footnote">60 Hebr. xi, 39. 61 Deut. iv, 12. 62 ibid. 21. 63
                            ibid. 26. 64 Deut. vi, 13. 65 Deut. vii, 7. 66 Luc. xiii, 23. 67
                            ibid. 24. 68 Deut. viii, 3. 69 Exod. xvi, 15, 16. 16. 70 ibid.
                            14.</note>
                        <pb n="809"/> τέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ
                        μάννα λευκόν. Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ κατὰ τοῦτο λευκὸν, τῷ
                        αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπʼ αὐτοῦ, Ἔστι δὲ καὶ ὡσεὶ πάγος·
                        συνεστραμμένος γὰρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεῤῥυηκὼς, ἀλλὰ πάγιος, ἃ
                        δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγγέλλων ἡμῖν τὰ οὐράνια.</p></div><div type="textpart" subtype="paragraph" n="11"><p>Ὀ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ
                        Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν
                        καὶ ἀΐδιὸν, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν.
                        Ἐκπορεύονται δὲ οἱ χείμαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων
                        ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς
                        θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ οῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ
                        κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός.
                        Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς. Ὁμοίως καὶ ῥοαὶ, τὸ
                        γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν
                        ἐνδυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλʼ ἡ
                        πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ
                        Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον
                        ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς
                        πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα
                        τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατεσκεύασαν. Καὶ τὸ τούτων
                        κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν Θεόν.</p></div></div></body></text></TEI>