Καὶ ὤμοσεν ἴνα μὴ διαβῶτὸν Ἰορδάνηντοῦτον. Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτῶν, ἵνα μὴ ὅν ἐτίμων ζῶντα, ἐν θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. Διὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν τάφον ἐποίησεν. Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν προσκυνοῦντας οὐ συγχωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους διαθέσεως, καὶ παραζηλῶν ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν, τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν. Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωματικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας. Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται· « Ὀλι γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη. » Συγγενῶς τε τὸ, « Ὀλίγοι οἱ σωζόμενοι, » καὶ τὸ, « Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. » Ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ πανεὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἱ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξόδῳ. « Οὗτος γὰρ, φησὶν, ὁ ἅρτος ὅν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. » Διὰ τοῦτο δὲ τὸ μάννα « λεπτὸν ἦν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς· » ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοε ρὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἐξῆς. Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην διʼ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι. Τοιοῦτος δὲ διʼ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι 60 Hebr. xi, 39. 61 Deut. iv, 12. 62 ibid. 21. 63 ibid. 26. 64 Deut. vi, 13. 65 Deut. vii, 7. 66 Luc. xiii, 23. 67 ibid. 24. 68 Deut. viii, 3. 69 Exod. xvi, 15, 16. 16. 70 ibid. 14. τέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ μάννα λευκόν. Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ κατὰ τοῦτο λευκὸν, τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπʼ αὐτοῦ, Ἔστι δὲ καὶ ὡσεὶ πάγος· συνεστραμμένος γὰρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεῤῥυηκὼς, ἀλλὰ πάγιος, ἃ δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγγέλλων ἡμῖν τὰ οὐράνια.