<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="4"><p>Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι <note type="footnote">56
                        Deul. 1, 3. 57 ibid. 9, 10. 58 ibid. 59 Deut. III, 12.</note>
                        <pb n="808"/> τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ ἐπιεικέστεροι
                        βράδιον ἀπολαμβάνουσιν. Οἱ μὲν γὰρ ὑπὸ Μωῦσέως πρῶτοι εἰλήφασι τὴν
                        κληρονομίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ ὕστερον. Ἀλλὰ καὶ περὶ πάντων δικαίων
                        λέγεται, οὐ τῶν τυχόντων· ὡς γὰρ ὁ Ἀπόστολός φησιν· « Οὗτοι πάντες
                        μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ
                        περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
                        »</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδʼ
                        ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλʼ
                        ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς,
                        ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συνεχείας δημιουργούμεναι στοιχείων· τοῦ
                        πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλʼ
                        οὗν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται.</p></div><div type="textpart" subtype="paragraph" n="6"><p>Καὶ ὤμοσεν ἴνα μὴ διαβῶτὸν Ἰορδάνηντοῦτον. Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν
                        ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτῶν, ἵνα μὴ ὅν ἐτίμων ζῶντα, ἐν
                        θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. Διὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν
                        τάφον ἐποίησεν.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν
                        προσκυνοῦντας οὐ συγχωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν
                        ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους διαθέσεως, καὶ παραζηλῶν
                        ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν, τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν
                        πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν.</p></div></div></body></text></TEI>