<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="36"><p>Σὺν μυριάσι Κάδης. Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους. Κάδης
                        γὰρ τὸ ἄγιον λέγεται τῇ Ἑδραΐδι γλώττῃ.</p></div><div type="textpart" subtype="paragraph" n="37"><p>Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς
                        ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. « Ἐν
                        τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν. »
                        Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι « τὸν Υἱὸν αὐτοῦ τὸν
                        μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. » Καὶ
                        ὁ μακάριος δὲ Παῦλός φησιν· « Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ
                        ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. » Ἐφείσατο οὖν τοῦ λαοῦ.</p></div><div type="textpart" subtype="paragraph" n="38"><p>Καὶ πάντες οἱ ἡγιασ μένοι ὑπὸ τὰς χεῖράς σου. Πάντων γὰρ κρατεῖ, ὡς
                        βασιλεὺς οὐρανοῦ καὶ γῆς. Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ
                        λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπʼ αὐτόν εἰσιν· « αὐτὸς
                        γὰρ καὶ τὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. »</p></div><div type="textpart" subtype="paragraph" n="39"><p>Συναχθέντες ἄρχοντες λαῶν. Οἱ θεσπέσιοι μαθηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ
                        προσώπου αὐτῶν· « Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Καὶ
                        πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. » Τὴν κλῆσιν οὖν
                        δηλοῖ τῶν ἐθνῶν, ὦς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ
                        καὶ τῶν ἐθνῶν. « Ἠγαπημένος » δὲ λέγεται ὁ Υἱός. « Οὗτος γάρ ἐστι,
                        φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. » Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Παπτὴρ καὶ
                        βασιλεύει.</p><note type="footnote">95 Deut. XXXIII, 2. 96 ibid 3. 97 I Joan. IV, 9. 98
                        ibid. 99 Rom. VIII, 32. 1 Deut. XXXIII, 3. 1 Core XV, 26. 3 Deut.
                        XXXIII, 5. 4 Psal. XLVI, 4. 5ibid., 10. 6 Matth. III, 17.</note></div></div></body></text></TEI>