Σὺν μυριάσι Κάδης. Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους. Κάδης γὰρ τὸ ἄγιον λέγεται τῇ Ἑδραΐδι γλώττῃ. Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. « Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν. » Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι « τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. » Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· « Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. » Ἐφείσατο οὖν τοῦ λαοῦ. Καὶ πάντες οἱ ἡγιασ μένοι ὑπὸ τὰς χεῖράς σου. Πάντων γὰρ κρατεῖ, ὡς βασιλεὺς οὐρανοῦ καὶ γῆς. Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπʼ αὐτόν εἰσιν· « αὐτὸς γὰρ καὶ τὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. » Συναχθέντες ἄρχοντες λαῶν. Οἱ θεσπέσιοι μαθηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ προσώπου αὐτῶν· « Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. » Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὦς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν. « Ἠγαπημένος » δὲ λέγεται ὁ Υἱός. « Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. » Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Παπτὴρ καὶ βασιλεύει. 95 Deut. XXXIII, 2. 96 ibid 3. 97 I Joan. IV, 9. 98 ibid. 99 Rom. VIII, 32. 1 Deut. XXXIII, 3. 1 Core XV, 26. 3 Deut. XXXIII, 5. 4 Psal. XLVI, 4. 5ibid., 10. 6 Matth. III, 17.