Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωϋσῆς. Αἱ παρὰ Ἰακὼβ προῤῥήσεις, οὕτε πᾶσαι εὐλογίαι ἦσαν, οὕτε πᾶσαι ἀραί· αἱ δὲ παρὰ Μωῦσέως, πᾶσαι εὐλογίαι. Καὶ κατέσπευσεν ἐξ ὄροῦς Φαράν. Τουτέστι 90 Deut. xxv, 3. 91 Deut. xxvii, 5. 92 Deut. xxvii, 12. 93 Deut. xxxiii, 1. 94 ibid. 2. τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ τὸν νόμον ἔστησε. Τοῦτο γὰρ, « κατέ σπευσεν ἐξ ὅρους Φαρὰν, » εἴτουν « κατέπαυσεν. » ὅπερ ἑτέρα περιέχει γραφὴ, ἀντὶ τοῦ, σπουδαίως τὴν σκιὰν καταλείψει, καὶ τὴν ἀλήθειαν ἡμῖν φανερώσει. Σὺν μυριάσι Κάδης. Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους. Κάδης γὰρ τὸ ἄγιον λέγεται τῇ Ἑδραΐδι γλώττῃ.