<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="31"><p>Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον. Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον
                        συντρίψαι τὸν σῖτον· δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος. Ἐπεὶ
                        οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν· ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις
                        δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι τούτῳ,
                        ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν <note type="footnote">82 Deut.
                            xx, 8. 83 Deut. xxi, 18. 84 Deut xxii, 9. 85 ibid. 10. 86 Isa.
                            xxxii, 20. 87 Deut. xxii, 23. 88 Deut. xxiii, 3. 89 Deut. xxiv,
                            6.</note>
                        <pb n="816"/> γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτος μένουσιν.
                        Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν προκείμενον σαφηνίζω νόμον, « Οὐκ
                        ἐνεχυράσεις μύλον, » τουτέστιν, οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ οὐ μὴ
                        ἀπώσεις αὐτὴν τῆς σῆς οἰκίας· « οὐδὲ ἐπιμύλιον· » ἀντὶ τοῦ, τὴν καινὴν,
                        « ὅτι ψυχὴν οὗτος ἐνεχυράζει, » τουτέστι τούτοις τρέφεται ἡ ψυχὴ
                        ἀπολαύουσα νοητῶν ἐδεσμάτων.</p></div><div type="textpart" subtype="paragraph" n="32"><p>Ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν. Ἀεί γε τετηρήκαμεν κακωτικὸν
                        ὄντα τὸν μ΄ ἀριθμόν· ὅθεν Μωῦσῆς ὁ μέγας τεσσαράκοντα ἡμέρας νηστεύσας,
                        καὶ μετὰ τοῦτον ὁ Ἠλίας· ἀλλὰ καὶ ὁ Σωτὴρ ἡμῶν πειραζόμενος ὑπὸ τοῦ
                        διαβόλου οὐκ ἔφαγεν μ΄ ἡμέρας καὶ μ΄ νύκτας· καὶ ὁ μέγας δὲ κατακλυσμὸς
                        ἐπὶ τῆς γῆς γίνεται, ὕοντος τοῦ Θεοῦ, τεσσαράκοντα ἡμέρας καὶ
                        τεσσαράκοντα νύκτας. Οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον. Ζητητέον διὰ τί
                        σίδηρον οὐκ ἐᾷ τῶν λίθων ἅψασθαι εἰς τὴν οἰκοδομὴν τοῦ θυσιαστηρίου
                        χρησιμευόντων. Ἀλλὰ καὶ μετὰ ταῦτα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ λίθους
                        ἀπελεκήτους προστάττει συναγαγεῖν, καὶ οἰκοδομῆσαι. Εἰ γὰρ ἄτοπον τὸ
                        σίδηρον ἅπτεσθαι τοῦ λίθου πρὸς οἰκοδομὴν ἁρμόττοντος, πῶς οὖν ἄρα οἱ
                        κίονες. πῶς οὖν αἱ σανίδες καὶ αἱ τούτων κεφαλίδες εἰργάσθησαν; Ἢ πῶς
                        ὅσα ἐκ χαλκοῦ γέγονεν ἢ χρυσοῦ ἢ ἀργύρου, κατεσκευάσθη ἄρα ἄνευ σιδηροῦ;
                        Καὶ πῶς οἷόντε; Διὰ τούτωνφανερὸν μὲν, ὅτι οὐχ ἀπλῶς ἀπαγορεύει τὸ
                        σίδηρον ἅψασθαι τῶν λίθων. Τίς οὖν ἡ αἰτία; Λέγομὲν οὐ διϊσχυριζόμενοι.
                        Ταῦτα δὴ τοίνυν. Σκληρὸν σιδήριον ἐπιβάλλειν, πῶς οὐ μᾶλλον ἀπαγορευτέον
                        σκληρῷ ἐπιβάλλειν καὶ συγκρούειν κωλύει. Μεγάλα γὰρ φιλεῖ τίκτεσθαι κακὰ
                        ἐκ αῆς τῶν σκληρῶν συμμίξεως καὶ συγκρούσεως. Ἢ τὸν φόνον ὡς ποῤῥωτάτω
                        τῆς καρδίας τῶν ἀνθρώπων ἐκβάλλει· καὶ μάλα δικαίως. Εἰ γὰρ οὐ χρὴ λίθῳ
                        τῷ οἰκοδομουμένῳ εἰς τὴν τοῦ θυσιαστηρίου κατασκευὴν, ἢ τοῦ ναοῦ,
                        σιδήριον ἐπιβάλλειν, πῶς οὐ μἄλλον ἀπαγορευτέον τὸ σίδηρον ἁρπάζειν, καὶ
                        κατὰ τοῦ πλησίον φονᾷν;΄</p></div><div type="textpart" subtype="paragraph" n="33"><p>Οὗτοι στήσοται εὐλογεῖν τὸν λαόν. Παρατηρητέον ὅτι οἱ εὐλογεῖν ταχθέντες
                        ἀπὸ τῶν ἐλευθέρων γυναικῶν καὶ συγγενῶν τοῦ Ἰακὼβ ἐγεννήθησαν· οὕτω οἱ
                        δὲ καταρᾶσθαι ἀφορισθέντες ἀπὸ τοῦ ὅρους Γεβὰλ, ἀπὸ τῶν παιδισκῶν ἦσαν,
                        πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών. Τέτακται δὲ ὁ Ῥουβὶμ μετὰ τῶν
                        καταρωμένων, ὡς καὶ καταρώμενος ὑπὸ τοῦ πατρός. Εἰ δὲ καὶ τὸν Λευὶ
                        κατηράσατο, ἀλλὰ λελύτρωται αὐτὸς τῇ ἱερατικῇ ἀξία. Μάλιστα γὰρ ἱερέως
                        ἐστὶ τὸ τὸν λαὸν εὐλογεῖν. Ἀλλὰ καὶ ὁ Συμεὼν ὡς ἐν μέσῳ τῆς Ἰούδα φυλῆς
                        οἰκήσας, καὶ ὥσπερ μέρος αὐτῆς γεγονὼς, διὰ τοῦτο ὅπου Ἰούδας, ἐκεῖ καὶ
                        αὐτὸς ἀριθμεῖται.</p></div><div type="textpart" subtype="paragraph" n="34"><p>Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωϋσῆς. Αἱ παρὰ Ἰακὼβ προῤῥήσεις, οὕτε
                        πᾶσαι εὐλογίαι ἦσαν, οὕτε πᾶσαι ἀραί· αἱ δὲ παρὰ Μωῦσέως, πᾶσαι
                        εὐλογίαι.</p></div><div type="textpart" subtype="paragraph" n="35"><p>Καὶ κατέσπευσεν ἐξ ὄροῦς Φαράν. Τουτέστι <note type="footnote">90 Deut.
                        xxv, 3. 91 Deut. xxvii, 5. 92 Deut. xxvii, 12. 93 Deut. xxxiii, 1.
                        94 ibid. 2.</note>
                        <pb n="817"/> τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ
                        τὸν νόμον ἔστησε. Τοῦτο γὰρ, « κατέ σπευσεν ἐξ ὅρους Φαρὰν, » εἴτουν «
                        κατέπαυσεν. » ὅπερ ἑτέρα περιέχει γραφὴ, ἀντὶ τοῦ, σπουδαίως τὴν σκιὰν
                        καταλείψει, καὶ τὴν ἀλήθειαν ἡμῖν φανερώσει.</p></div></div></body></text></TEI>