Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· « Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ. » Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν. Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί. Τὴν ἤδη μεμνηστευμένην γυναῖκα καλεῖ οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῆς θεοτόκου ἐλέχθη. Καὶ ἔως εἰς τὸν αἱῶνα. Ἐπειδὴ καὶ οὗτοι ἐκ πορνείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ· οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα. Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀῒδιον εἶναι· κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφʼ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέσνησαν τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆςαι τοῖς Ἑβραίοις· αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ Βεελφεγώρ· ὅπερ καὶ γέγονεν. Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον. Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον συντρίψαι τὸν σῖτον· δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος. Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν· ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν 82 Deut. xx, 8. 83 Deut. xxi, 18. 84 Deut xxii, 9. 85 ibid. 10. 86 Isa. xxxii, 20. 87 Deut. xxii, 23. 88 Deut. xxiii, 3. 89 Deut. xxiv, 6. γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτος μένουσιν. Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν προκείμενον σαφηνίζω νόμον, « Οὐκ ἐνεχυράσεις μύλον, » τουτέστιν, οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ οὐ μὴ ἀπώσεις αὐτὴν τῆς σῆς οἰκίας· « οὐδὲ ἐπιμύλιον· » ἀντὶ τοῦ, τὴν καινὴν, « ὅτι ψυχὴν οὗτος ἐνεχυράζει, » τουτέστι τούτοις τρέφεται ἡ ψυχὴ ἀπολαύουσα νοητῶν ἐδεσμάτων.