<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="24"><p>Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν
                        οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος,
                        ἔσται πάντως δειλός τε καὶ ἄναλκις.</p></div><div type="textpart" subtype="paragraph" n="25"><p>Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς
                        παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς
                        κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ
                        τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ
                        σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου,
                        προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε
                        καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.</p></div><div type="textpart" subtype="paragraph" n="26"><p>Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον. Ἴνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ,
                        ὡς μήτε τὸ σπέρμα πλῆρες ἀπδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ
                        καθʼ ἑαυτοῦ ἕκαστον.</p></div><div type="textpart" subtype="paragraph" n="27"><p>Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Τὸ γαῦρον τῆς ψυχῆς καὶ
                        φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς.</p></div></div></body></text></TEI>