Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις. Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς. Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον. Ἴνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρμα πλῆρες ἀπδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον. Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς.