Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· « Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, » καὶ τὰ ἑξῆς, « Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. » Τοῦ αὐτοῦ. Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον, ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται Θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής. 74 Deut. xii, 32. 75 ibid. xiv, 6. 76 ibid. 9. 77 Deut. xvi, 13. 78 Osc. ix, 5. 79 Deut. xix, 41. 80 Deut. xix, 16 81 Matth v, 38. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.