Τοῦ αὐτοῦ. Οὔτε γὰρ δεῖ τοὺς πέλας πλεονεκτεῖν, οὐδὲ τοὺς τῶν πατέρων ὅρους ὡς καλῶς παγέντας παρακελεύειν. Τοῦτο γὰρ αἴτιον πάσης συγχύσεως ἔσται, τῶν μὲν ὁμορούντων ὡς ἀδικουμένων, περ φρονουμένων δὲ τῶν ὁρισάντων. Πλησίον δέ τινες πάντα ἄνθρωπον λέγουσιν. Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· « Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, » καὶ τὰ ἑξῆς, « Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. » Τοῦ αὐτοῦ. Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον, ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται Θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής. 74 Deut. xii, 32. 75 ibid. xiv, 6. 76 ibid. 9. 77 Deut. xvi, 13. 78 Osc. ix, 5. 79 Deut. xix, 41. 80 Deut. xix, 16 81 Matth v, 38. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις. Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.