Τοῦ αὐτοῦ. Οἱ οὗν μὴ ποιοῦντες πάντα, ἢ οἱ πλεῖόν τι ποιοῦντες, παράνομοι. Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ἀνάγον μηρυκισμόν. Τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς, τὴν πορείαν καθʼ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων ἐμφάνειεν· ὁδὲ μηρυκισμὸς, τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ οἷον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων. Πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε. Τῶν πτηνῶν οἶμαι ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας. Εὑρίσκομεν ἐν ταῖς Γραφαῖς τὸ ὄνομα τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως, ὥσπερ παρὰ τῷ προφήτῃ λέγοντι· « Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου; » Ζητητέον τὴν διαφορὰν ἑορτῆς καὶ πανηγύρεως. Πᾶσα μὲν οὖν, ἵνʼ οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορτὴ καλεῖται· οὐ πᾶσα δέ ἐστι πανήγυρις, ἀλλὰ κατὰ τὸ ὄνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται οἱ πανταχόθεν Ἑβραῖοι. ὥστε κατὰ τοῦτο τὴν μὲν πανήγυριν εἶναι ἑορτὴν, οὐκέτι δὲ πάντως τὴν ἑορτὴν πανήγυριν· οἷον σάββατα καὶ νεομηνίαι, ἑορταί εἰσιν· ἄζυμα δὲ καὶ αἱ ἡμέραι τῶν ἑβδομάδων καὶ σκηνοπηγίαι οὐ μόνον αἱ ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις, ὅτε προστέτακται πᾶν ἀρσενικὸν φαίνεσθαι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου εἰς τὸν τόπον ὅν ἂν ἐκλέξηται. Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου. Πλησίον πολλαχοῦ πᾶς ἄνθρωπος εἴρηται.