Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξυβρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα δωρησαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευθερίαν αὐτοὺς μετεκόμισεν. Οὐ ποιήσεις οὕτως Κυρίῳ τῷ Θεῷ σου. Αἰτιᾶτει τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θαοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον· ὡς βδελυκτόν. Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς λόγ οις αὐτῶν μὴ ὑπέχειν. 71 Deut. viii, 7. 72 Deut. iii, 11, 73 Deut. xii, 4. Οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθʼ ὅτε ὑπερβαίνοντες τὸν κανόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου.