Ὀ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιὸν, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν. Ἐκπορεύονται δὲ οἱ χείμαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ οῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός. Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς. Ὁμοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐνδυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλʼ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατεσκεύασαν. Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν Θεόν. Τοῦ αὐτοῦ. Οὐκ ἕστι, φησὶ, πηλῷ καὶ πλινθείᾳ μοχθεῖν, καὶ ταλαιπωρεῖν, ἀλλὰ λίθους ἔχειν καὶ τούτους ἰταμωτάτους, καὶ μὴ ῥᾳδίως διαλυομένους, ὡς καὶ οἰκοδομίαις ἐξαρκεῖν καὶ ἐπὶ πολὺ διαμένειν. Ταῦτα δὲ λέγει τὴν διάνοιαν αὐτῶν ἀποστῆναι τῆς Αἰγύπτου βουλόμενος. Διὰ γὰρ τοῦ εἰπεῖν, « ἀγαθὴν, τὸ γόνιμον ἔδειξε· διὰ δὲ τοῦ, « πολλὴν, τὸ μέγεθος καὶ τὸ πλάτος. « Οὗ χείμαῤῥοι ὑδάτων (τοῦτο οὐκ ἐν Αἰγύπτῳ), καὶ πηγαὶ ἀβύσσων· ὅπερ ἐξαίρετον τῇ γῇ τῆς ἐπαγγελίας. Προσέθηκε δὲ καὶ διὰ τῶν ὀρέων· » ὅπερ τῇ Αἰγύπτῳ οὐ πρόσεστιν, ἀλλʼ οὐδὲ ἀμπέλοις κομᾷ, οὐδὲ ἀφθονίαν ἔχει ἐλαίου· ἡ δὲ τῆς ἐπαγγελίας γῆ πάντα πλουσίως. Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξυβρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα δωρησαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευθερίαν αὐτοὺς μετεκόμισεν. Οὐ ποιήσεις οὕτως Κυρίῳ τῷ Θεῷ σου. Αἰτιᾶτει τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θαοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον· ὡς βδελυκτόν. Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς λόγ οις αὐτῶν μὴ ὑπέχειν. 71 Deut. viii, 7. 72 Deut. iii, 11, 73 Deut. xii, 4. Οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθʼ ὅτε ὑπερβαίνοντες τὸν κανόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου.