<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="1"><p>Ἐλάλησε Μωϋσῆς πρὸς πάντας υἱοὑς Ἰσραήλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος
                        αὐτῷ. Ἐπειδὴ ὁ μὲν Θεὸς τὴν δύναμιν ἀπεκάλυπτεν· ὁ δὲ προφήτης τῇ ἑαυτοῦ
                        γλώσσῃ ἐκέχρητο πρὸς παράστασιν τῶν δεδηλωμένων. Κίνησις οὖν λέγεται ἡ
                        προφητικὴ φωνὴ, οἷα παριστῶσα τὰ ὑπὸ Θεοῦ εἰρημένα.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἀπλῶς ὁ Μωῦσῆς φησιν, « εἶπον
                        ὑμῖν» ἀλλʼ ἐπειδὴ ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰησοῦς ὁ
                        τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ,
                        φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ
                        προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχομένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ
                        πείθεσθε.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Καὶ τῶν προδευτάς.</p></div></div></body></text></TEI>