Τοῦ αὐτοῦ. Τοῦτο τύπος τῆς ἀληθείας.« Ἐὰν γὰρ μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσἐλθητε εἰς τὴν βασιλείαν. » Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ. Ὥσπερ ὁ χαλκοῦς ὄφις σημεῖον τῆς ἀπιστίας αὐτῶν, οὕτω καὶ τὰ τυρεῖα τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν περίθεμα ὄντα τῷ θυσιαστηρίῳ. Καὶ τοῖς υἱοῖς Λευῒ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραήλ. Εἰκότως ἀπονενέμηνται τοῖς ἱερεῦσιν αἱ ἀπαρχαὶ, ἐπείπερ οὐ κληρονομεῖ ἡ Λευῒ φυλὴ, οὐδὲ κλῆρον λαμβάνει ὡς αἱ λοιπαί. Τοῦτο πρόξενον τῆς ἀκτημοσύνης τοῖς ἱερεῦσιν ὁ κλῆρος τοῦ τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Δεκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευῖται τοῖς ἱερεῦσιν. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ὁ Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτοῦ. Ἵνα γὰρ μὴ ὃν ἐτίμων ζῶντα, ἐν Θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον ἴσ. τάφον πεποίηκεν. Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κὐελῳ ἡμῶν. Τοῦτο παράδειγμα ἔλαβεν· ὥσπερ ὁ μόσχος ἐν τῷ στόματι τὰ χλωρὰ, οὕτω καὶ ὁ ἄγιος λαὸς τοῖς χείλεσι στρατευόμενος ἐν τοῖς στόμασιν ἔχει τὰ ὅπλα διὰ τῶν εὐχῶν. Καὶ τοῦτο εἰδὼς ὁ Βαλὰκ ἐν τοῖς προτέροις πολέμοις ἐναργῶς γινόμενον, βούλεται καὶ αὐτὸς τοῖς διὰ χειλέων ὅπλοις στρατεύεσθαι· καὶ καλεῖ τὸν Βαλαὰμ τὸν ἔχοντα τὰ ὅπλα τῆς ἐναντίας δυνάμεως ἐν τοῖς χείλεσι τὰς ἀράς. Οἱ γὰρ ἅγιοι ἄγγελοι συμπράττουσι τοῖς δικαίοις εἰς τὰ σωτήρια, καὶ ἀγαθὰ ἔργα, καὶ οἱ πονηροὶ δαίμονες τοῖς ἀσεβέσιν ἁμαρτωλοῖς ἀνθρώποις εἰς τὰ τονηρὰ καὶ βλαβερὰ τῆς σωτηρίας τῶν ἀνθρώπων ἔργα. Οἱ μὲν γὰρ ἅγιοι στρατεύονται λόγοις εὐχῶν, οἱ δὲ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ λόγοις μαγειῶν. Τοῦ αὐτοῦ. Καὶ ἡ κατʼ αἴσθησιν τῶν πραγμάτων ἱστορία μεγάλης ὠφελείας πεπλήρωται. Ἐκ δὲ τῆς προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἕστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγιοι στρατεύονται λόγοις εὐχῶν· οἱ δὲ ἀσεβεῖς λόγοις μαγειῶν.