Καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ. Βασιλεία Γὼγ ἑρμηνεύεται δόματα. Κατὰ μίαν μὲν ἐκδοχὴν δόματά ἐστιν αἱ δωρεαὶ τοῦ ἁγίου Πνεύματος· κατὰ δὲ ἄλλην, « Ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν αὐτοῦ. » Ἔστιν οὖν βασιλεία τῆς τοιαύτης ἕξεως. Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου. Καὶ τὸν Σωτῆρα κατὰ τὸ, « Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου, » καὶ τὸν Ἰσραήλ. Τὸν μὲν ἐκβάλλει, τὸν δὲ καλεῖ. Τοῦ αὐτοῦ. Ὁ χρηματισμὸς, τὸν Κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν αὐτοῦ γενησομένην. Ἀἰγύπτῳ δὲ καὶ ὁ κόσμος οὗτος παραβάλλεται. Ὡς δόξα μονοκέρωτος αὐτῷ. Μονόκερώς ἐστιν 50 Num. xxiii, 3. 51 ibid. 5. 52 ibid. 6. 53 ibid. 54 ibid. 7. 55 ibid. 56 Marc. xiii, 25. 57 Num. xxiv, 8. 58 Matth. ii, 15. 59 Num. xxiv, 8. νοητῶς ὁ Χριστὸς κατὰ τὸ συμβεβηκός· ἐξ οὗ μονόκεροι πολλοί. Ἀπὸ γὰρ ἑνὸς Ἰησοῦ Χριστοῦ πολλοὶ μετέσχον εἶναι χριστοί. Τινές φασι καὶ τὸν ἔλαφον μονόκερον εἶναι. Ἔδεται ἔθνη τῶν ἐχθρῶν αὐτοῦ. Περὶ τοῦ Χριστοῦ· ἐχθρῶν αὐτοῦ ἔθν ἦμέν ποτε ἡμεῖς. Ἔδε. ται οὖν ἡμᾶς ὁ Χριστὸς, ἡ οὐσιώδης ἀρετὴ νεμομενη ἡμᾶς, καθὰ λέγει· « Ἐμὸν βρῶμά ἐστι τοῦ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντός με.