Τοῦ αὐτοῦ. Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ· καὶ ὅπερ ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος. Τῇ δὲ κρείττονι δυνάμει πάντα δυνατά. Ὁ γὰρ Θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἕχει· οὐ γὰρ καθʼ ἕξιν μόνον, ἀλλὰ καὶ κατʼ οὐσίαν ἀγαθός ἐστιν. Τοῦ αὐτοῦ. Ἐν τοῖς ἀνθρωπίνοις ἐστί τινα καὶ μαντεῖα τετελεσμένα, καὶ θυσίαι, καί τινα δῶρα προσφερόμενα τοῖς δαίμοσιν· ὥστε διὰ τούτων προσδερομένων μαντεύεσθαι τοὺς βουλομένους. Μαντεῖα δέ ἐστιν ἕκαστον πρᾶγμα. Οὐ γὰρ ἀληθὴς πρόῤῥησις. Καὶ ἦλθεν ὁ Κύρος πρὸς αὐτόν. Κατὰ ἀλήθειαν 39 Math. xviii, 3. 40 Num. xvi, 37. 41 Num., xviii, 21. 42 Num. xx, 10. 43 Num. xxii, 4. 44 Num. xxii, 8. es Num. αXn, 22. » ipid. 35. » Num. XXm, θεία δύναμις παρεγένετο πρὸς Βαλαὰμ οὐ κληθεῖσα ὑπʼ αὐτοῦ. Παρεγένετο οὖν, ἵνα ἀποτροπιασμὸν ποιήσῃ τῶν καλουμένων ὑπὸ τοῦ Βαλαὰμ δαιμόνων, καὶ τὰς θείας προῤῥήσεις οἰκονομήσῃ. Καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὀδοῦ. Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγγελος τὸν Βαλαὰμ, ἆρα μὴ οὗτός ἐστι περὶ οὗ εἷπεν ὁ Θεὸς πρὸς τὸν Μωῦσῆν ὅτι « Ἄγγελός μου προπορεύεται ἔμπροσθεν ὑμῶν διαφυλάσσων ὑμᾶς ἐν τῇ ὁδῷ; » Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων. Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ Θεὸς ἀπελθεῖν πρὸς τὸν Βαλάκ· ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ. Παραγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν· καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοἴ. Οἰκοδόμησόν μοι ἑπτὰ βωμούς. Ἔστι δὲ καὶ διὰ σώματος ἐτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείττοσι καὶ ἐν τοῖς χείροσιν. Οἷον ὡς τὰ γινόμενα ὲν Αἰγύπτῳ ὑπὸ Μωϋσῆ καὶ Ἀαρὼν καὶ τῶν ἐπαοιδῶν. Ἀλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντικειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων, αὕτη ἡ θεία δύναμις νικᾷ· ὡς ἡ ῥάβδος Μωϋσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν.