<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="8"><p>Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἄψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου.
                        Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ
                        συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν
                        ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀντιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν,
                        οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ
                        μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν «
                        Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. »</p></div></div></body></text></TEI>