<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="6"><p>Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως. Ἀκούσιόν ἐστιν ὅπερ ἄν τις ποιῇ κακόν.
                        Σημειωτέον ὅτι τὸ ἀγνόημα τὸ ἀκούσιον, ἁμαρτίαν κολεἴ ἡ Γραφή. Καὶ ἄλλων
                        τινῶν μέμνηται ὁ μακάριος Παῦλος φάσκων· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν
                        μελλόντων.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Τοῦ αὐτοῦ. « ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν
                        ἐντολῶν Κυρίου, κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστάγματα
                        Κορίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· « Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. »
                        Ψυχὴ οὗν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ.
                        Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομένου θυσίας τοῦ δρῶντος
                        ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν
                        τὸν Τιμόθεον.</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἄψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου.
                        Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ
                        συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν
                        ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀντιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν,
                        οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ
                        μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν «
                        Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. »</p></div><div type="textpart" subtype="paragraph" n="9"><p>Πᾶς ὃς ἐὰν ἄψηται αὐτῶν ἀγιασθήσετα. Τινὲ, τὸ « ἁγιασθήσεται, »
                        μολυνθήσεται, σεφασὶν, οὐ διὰ τὴν θυσίαν, οἶμαι, ἀλλὰ διὰ τὸ τολμηρὸν
                        αὐτοῦ ἁπτομένου. Ἀγγαῖος γάρ φησιν· « Ὅς ἂν ἅψηται, μιανθήσεται. »</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Τοῦ αὐτοῦ. Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλλον τοῖς ἱερεῦσιν ἧσαν αἱ
                        θυσίαι καὶ σκιὰ τῆς εὐσεβείας. Διπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ
                        θύειν· καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν
                        προσκυνήσειεν, οὔδὲ ἄν οἰηθείη Θεὸν εἶναι.</p></div></div></body></text></TEI>