<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="23"><p>Καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ. Καὶ οὐδέποτέ φαμεν
                        κατηγορήσοντα τῆς οἰκίας τῆς ἑαυτοῦ δεῖν ἰέναι τινὰ πρὸς τὸν ἱερέα, τὸν
                        νομοθέτην εἰπεῖν· ἀλλʼ ὥσπερ δὴ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον
                        ἐξαιτήσοντα. Λελεπρῶσθαι δὴ οὖν φαμεν τὴν τῶν Ἰουδαίων συναγωγήν. Τὸ δὲ
                        τοῦ ἀναγγέλλοντός ἐστι πρόσωπον, ὁ τῶν ἀγίων προφητῶν χορός· οἵ καὶ
                        ἐξαγγέλλονται τῷ μεγάλῳ ἀρχιερεῖ, τουτέστι πρὸ τῆς ἀγανακτήσεως, τῆς
                        ἀπονοίας τῶν Ἰουδαίων τὰ πάθη, οὐ μίσει, οὐδὲ ἀπεχ θείᾳ, ἀλλʼ αἰδοἴ τῇ
                        περὶ τὸν εὐεργέτην συνομολογοῦντες μὲν τὰ ἐκείνων πλημμελήματα,
                        ἐλεεῖσθαι δʼ οὖν ὅμως παρακαλοῦντες.</p><note type="footnote">18 Levit. XIV, 5. 19 ibid., 9. 20 ibid., 10. 21 ibid.,
                        11. ibid., 55.</note></div></div></body></text></TEI>