<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="21"><p>Τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα ξυρηθήσεται. Ξυρᾶται τὴν κεφαλὴν, κατὰ
                        τὰ κεφαλαιωδέστερα καὶ ἀρχικώτερα τῶν δογμάτων· κατὰ δὲ τὸν πώγωνα, ὅπερ
                        σύμβολόν ἐστι τοῦ ἀνδρὸς, ἀποτιθέμενος τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· κατὰ δὲ
                        τὰς ὀφρῦς. πᾶσαν οἴησιν, καὶ ἵνʼ οὕτως ὀνομάσω, ὀφρύωσιν ἀποτιθέμενος.
                        Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος
                        τρίχες ὀνομαζόμενα.</p></div></div></body></text></TEI>