<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="18"><p>Ἀνδρὶ ἢ γυναικὶ ᾧ ἐὰν γένηται αὐτῷ ἀρἡ λέπρας. Παρατηρητέον ἐφʼ ὧν μὲν
                        λέγεται ἀνθρώπων· « Ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ· » ἥ «
                        Ἀνδρὶ ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁρὴ λέπρας· » ἐφʼ ὧν δέ « Σὰρξ,
                        ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος·» ἢ· « Σὰρξ ἐὰν γένηται ἐν τῷ
                        δέρματι αὐτοῦ κατάκαυμα πυρός. Ταῦτα δὲ θραῦμά ἐστιν.</p></div><div type="textpart" subtype="paragraph" n="19"><p>Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. Διὰ τούτων αἰνίττεται μὴ δεῖν
                        συγκρύπτειν τὰ ἁμαρτήματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν
                        λελεπρωμένον. Ὤσπερ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ <del>οὐκ</del>
                        ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶσιν ἐκκεῖσθαι μὴ γενόμενον
                        τάφον κεκονιαμένον, Τὸ <note type="footnote">8 Levit. XI, 2. 2 ibid.,
                            27. 10 Psal. xxva 2. 11 Levit. XI, 3. ibid., 46. Levit. XIII, 2. 14
                            ibid., 29. ibid., 18. 16 ibid. 24. ibid, 45.</note>
                        <pb n="404"/> δέ γε περιβεβλῆσθαι τὸ στόμα, ἐστὶ τὸ μὴ ἔχειν πα ῥῥησίαν
                        ἀνοῖξαι τὸ στόμα· τὸ δὲ τῆς παρεμβολῆς ἐξοίχεσθαι, τὸ μηκέτι τοῖς τῶν
                        ἀγίων αὑτὸν συναυλίζεσθαι χοροῖς.</p></div><div type="textpart" subtype="paragraph" n="20"><p>Καὶ σφάξουσι τὸ ὀρνίλιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον
                        εἰς ἀγγεῖον ὀστράκινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα
                        γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι, ἅπερ ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς τοῦ
                        Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ
                        κεκλωσμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, διʼ οὗ καθαίρεται ὁ
                        κόσμος ὅλος. Οἶμα: δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύματος θερμότητα· τὸ
                        δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ Λόγου δηλοῦν.</p></div></div></body></text></TEI>