Οὖτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς. Πολὺν ποιεῖται λόγον περὶ καθαρολ καὶ ἀκαθάρτου· πρῶτον ἁγίαν εἶναι τὴν ψυχὴν ἐκπαιδεύει. Εἰ γὰρ τὸ φυσικὸν τοιοῦτον οἷον ἐκ προστάγματος Θεοῦ γέγονεν, ἀκάθαρτον, πόσῳ μᾶλλον τὸ ἀπὸ μοχθηρᾶς προαιρέσεως, καὶ οὐκ ἐκ προστάγμα τος Θεοῦ γεγονός; Εἰ τὸ οὗ Θεὸς ποιητὴς ἀκάθαρτον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ Θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπηγόρευσεν; Ἀνδρὡπτῳ ἐάν τανι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλή. Ἀνάγεται ταῦτα ἐπί τινας μώμους τῆς ψυχῆς. Καὶ ὥσπερ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἔσθʼ ὅτε ἴχνος τοῦ πεπονθέναι τοὺς τόπους καταλείπεται ἐν τῇ καλουμένῃ οὐλῇ· τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τύχῃ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει καταλειπομένην. Δεῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπʼ αὐτῆς καθαρισμεῦ ἢ οὐ καθαρισμοῦ ἐξεπίστασθαι. Ἀνδρὶ ἢ γυναικὶ ᾧ ἐὰν γένηται αὐτῷ ἀρἡ λέπρας. Παρατηρητέον ἐφʼ ὧν μὲν λέγεται ἀνθρώπων· « Ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ· » ἥ « Ἀνδρὶ ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁρὴ λέπρας· » ἐφʼ ὧν δέ « Σὰρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος·» ἢ· « Σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός. Ταῦτα δὲ θραῦμά ἐστιν. Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. Διὰ τούτων αἰνίττεται μὴ δεῖν συγκρύπτειν τὰ ἁμαρτήματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν λελεπρωμένον. Ὤσπερ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ οὐκ ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶσιν ἐκκεῖσθαι μὴ γενόμενον τάφον κεκονιαμένον, Τὸ 8 Levit. XI, 2. 2 ibid., 27. 10 Psal. xxva 2. 11 Levit. XI, 3. ibid., 46. Levit. XIII, 2. 14 ibid., 29. ibid., 18. 16 ibid. 24. ibid, 45. δέ γε περιβεβλῆσθαι τὸ στόμα, ἐστὶ τὸ μὴ ἔχειν πα ῥῥησίαν ἀνοῖξαι τὸ στόμα· τὸ δὲ τῆς παρεμβολῆς ἐξοίχεσθαι, τὸ μηκέτι τοῖς τῶν ἀγίων αὑτὸν συναυλίζεσθαι χοροῖς. Καὶ σφάξουσι τὸ ὀρνίλιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον εἰς ἀγγεῖον ὀστράκινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι, ἅπερ ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλωσμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, διʼ οὗ καθαίρεται ὁ κόσμος ὅλος. Οἶμα: δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύματος θερμότητα· τὸ δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ Λόγου δηλοῦν.