<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="14"><p>Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὗν οὐδαμῶς ἐστι καθαρά· πάντα γὰρ
                        ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· « Πᾶν ὂ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ
                        ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν. » Εἴη δʼ ἂν γενικῶς θηρία
                        πάντες οἱ ὠμότατοι τῶν ἀνθρώπων, περὶ ὡν φησιν ὁ Προφήτης· « Ἐν τῷ
                        ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἐξῆς.</p></div></div></body></text></TEI>