<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="12"><p>Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἀμαρτίας ἐν τόπῳ ἁγίῳ; Δείκνυσι δὲ ὅτι μὴ
                        τῶν ἱερέων ἐσθιόντων, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ
                        καὶ ἐκ τοῦ αἴματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν.</p></div><div type="textpart" subtype="paragraph" n="13"><p>Εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἀμαρτίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ,
                        τοῖς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ προσκρούσασι τῷ Θεᾤ ἀποθανεῖν, ὄτε <note type="footnote">97 Levit. IV, 27. 98 Herb. x, 1. 99 Ezech. xx, 25. 1
                            Levit. v, 2. 2 Psal. xxxv, 7. 3 Levit. vi, 18. ⁴Agg. II, 13. 5
                            Levit. x, 9. 6 ibid., 17. 7 ibid., 19.</note>
                        <pb n="401"/> καιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ τοῦ
                        ἀφεθῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς σήμερον ἐλεγχθέντες διὰ τοῦ
                        φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ αὑτοῦ
                        ἐξῶ άσασθαι.</p></div><div type="textpart" subtype="paragraph" n="14"><p>Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὗν οὐδαμῶς ἐστι καθαρά· πάντα γὰρ
                        ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· « Πᾶν ὂ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ
                        ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν. » Εἴη δʼ ἂν γενικῶς θηρία
                        πάντες οἱ ὠμότατοι τῶν ἀνθρώπων, περὶ ὡν φησιν ὁ Προφήτης· « Ἐν τῷ
                        ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἐξῆς.</p></div></div></body></text></TEI>