<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="11"><p>Καὶ οὐ μὴ ἀποθάνητε. Θάνατον ὁ λόγος ἔοικεν ἀπειλεῖν ἱερεῦσιν, οἶνον καὶ
                        σίκερα πίνουσιν, ἡνίκα ἂν εἰς τὴν σκηνὴν εἰσπορεύωνται. Δεῖ γὰρ τοὺς
                        ὑπὲρ τοῦ λαοῦ εὐχομένους ἐπισκόπους ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον
                        τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων, καὶ διαλογισμῶν ἀνθρωπίνων.
                        Οὐχ ὡς ἄτοπον δὲ ἀπαγορεύει τοῦτο, ἀλλʼ ὅτι ᾔδει τὸ ἀκρατὲς τῶν
                        Ἰσραηλιτῶν, ὅτι ὁπόταν ἅψοιντο, εἰς ἀμετρίαν ἐχώρουν. Ἵν’ ὅτε εἰς τὰ
                        ἅγια εἰσπορεύονται, νηφάλιον τὸ τῆς ψυχῆς ἀκριβὲς ἔχωσι, καὶ λεπτὸν τοῦ
                        Θεοῦ μνημόσυνον.</p></div><div type="textpart" subtype="paragraph" n="12"><p>Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἀμαρτίας ἐν τόπῳ ἁγίῳ; Δείκνυσι δὲ ὅτι μὴ
                        τῶν ἱερέων ἐσθιόντων, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ
                        καὶ ἐκ τοῦ αἴματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν.</p></div><div type="textpart" subtype="paragraph" n="13"><p>Εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἀμαρτίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ,
                        τοῖς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ προσκρούσασι τῷ Θεᾤ ἀποθανεῖν, ὄτε <note type="footnote">97 Levit. IV, 27. 98 Herb. x, 1. 99 Ezech. xx, 25. 1
                            Levit. v, 2. 2 Psal. xxxv, 7. 3 Levit. vi, 18. ⁴Agg. II, 13. 5
                            Levit. x, 9. 6 ibid., 17. 7 ibid., 19.</note>
                        <pb n="401"/> καιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ τοῦ
                        ἀφεθῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς σήμερον ἐλεγχθέντες διὰ τοῦ
                        φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ αὑτοῦ
                        ἐξῶ άσασθαι.</p></div><div type="textpart" subtype="paragraph" n="14"><p>Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὗν οὐδαμῶς ἐστι καθαρά· πάντα γὰρ
                        ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· « Πᾶν ὂ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ
                        ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν. » Εἴη δʼ ἂν γενικῶς θηρία
                        πάντες οἱ ὠμότατοι τῶν ἀνθρώπων, περὶ ὡν φησιν ὁ Προφήτης· « Ἐν τῷ
                        ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἐξῆς.</p></div><div type="textpart" subtype="paragraph" n="15"><p>Ηᾶν κτῆνος δικηλοῦν ὁπλήν. Δικηλῆ τὸν εὐσεβῶς ἐν τῷ αἰῶνι τούτῳ
                        πολιτευόμενον καὶ διὰ τὸν μέλλοντα αἰῶνα ἐπʼ ἐκεῖνον σπεύδοντα· πρὸς δὲ
                        τὸ διχηλεῖν καὶ ὀνυχιστῆρας ὀνυχίζειν περιαιρούμενον τὰ περιττὰ καὶ
                        νεκρὰ. ἀπὸ τῶν χειρῶν, τοῦτʼ ἔστι πράξεων· καὶ ποδῶν, τουτέστι τῆς
                        πορείας. Πρὸς τοὐτοις καὶ ἀνὰ μηρυκισμὸν οὐκ ἀποτιθέμενον μόνον τὴν
                        πνευματικὴν τροφὴν, ἀλλὰ καὶ ἀναμιμνησκόμενον καὶ συνεχῶς αὐτὴν
                        μελετῶντα.</p></div></div></body></text></TEI>