Καὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέρεται. Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν ἀρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ καιριωτέρου δηλωτικόν.