<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="1"><p>Καὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ
                        τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέρεται.
                        Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ
                        ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν
                        ἀρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα
                        περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ
                        καιριωτέρου δηλωτικόν.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Τοῦ αὐτῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς
                        εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης. ἢ αὐτοῦ τοῦ
                        Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς καταψηφίζονται. Ὁ δὲ νοήσας τὸ
                        τοῦ Δαυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· « Ἀποκάλυψον τοὺς
                        ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· » τοῦ δὲ
                        βοῶντος· « Ὁ νόμος πνευματικός ἐστι, » δύναται διαβλέψαι ὡς ἅξια Θεοῦ
                        ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Ἄνθρωπος ἐξ ὐμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ
                        τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν
                        ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· « Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ,
                        καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ
                        προσέσχεν. » Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμψύχων· « Ἄνθρωπος,
                        φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα· » ἐπὶ δὲ τῶν ἀψύχων, « ἐὰν ψυχή. »
                        Τὸ ἅψυχον ἡ ψυχή· ἴνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ
                        τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικημένου ἀπομείνοι τὸ ἔμψυχον μόνον.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον. Θυσιαστήριον καρπώσεως ὁ βωμὸς
                        λέγεται, ἐφʼ οὗ θυσίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ ἔσω
                        θυσιαστἡριον.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Τοῦ αὐτὸῦ. Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις
                        προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ
                        Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς πολυθείας τὰς ἀτάκτους
                        ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί. μοσι.</p><note type="footnote">1 Levit, 1, 1. 92 PsaI. CXVIII, 18. 93 Rom. vii, 4. 94
                        Levit. 1. 2. 95 Gen. v, 4, 5. 96 Levit. 1, 5.</note><pb n="400"/></div></div></body></text></TEI>