<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg051.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="1"><p>Καὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ
                        τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέρεται.
                        Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ
                        ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν
                        ἀρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα
                        περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ
                        καιριωτέρου δηλωτικόν.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Τοῦ αὐτῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς
                        εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης. ἢ αὐτοῦ τοῦ
                        Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς καταψηφίζονται. Ὁ δὲ νοήσας τὸ
                        τοῦ Δαυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· « Ἀποκάλυψον τοὺς
                        ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· » τοῦ δὲ
                        βοῶντος· « Ὁ νόμος πνευματικός ἐστι, » δύναται διαβλέψαι ὡς ἅξια Θεοῦ
                        ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα.</p></div></div></body></text></TEI>