<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg050.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="9"><p>« Πᾶς ὅς ἄν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ.»
                            Ἐξολοθρευθήσεται ἄνθρωπος ἕνεκεν ζύμης· καὶ ὁ τῶν ὅλων Θεὸς ὁ χρηματίζων
                            τοὺς νόμους, ὡς ὀλοθρεύει μοιχὸν, ὡς ὀλοθρεύει πόρνον, ὡς ὀλοθρεύει
                            παιδοφθόρον, οὕτως ὀλοθρεύει τὸν ἔχοντα ζύμην ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐν τῇ
                            τῶν ἀζύμων ἡμέρᾳ. Τοῦτο κατὰ Θεόν ἐστι; τοῦτο κατὰ νόμον τὸν οὐράνιόν
                            ἐστιν; Ἀλλʼ εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην <note type="footnote">97 Exod.
                                IX, 29. 98 Εxod. XII, 3. 99 ibid. 5. 1 ibid. 6. 2ibid. 7. 3ibid.
                                15.</note>
                            <pb n="285"/> πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ
                            ἡγεμονικοῦ σου· αὕτη γἅρ ἐστιν ἡ ἀληθινὴ φἰκία σου· ὁ Θεὸς τῶν ὅλων
                            νομοθετεῖ ἐξολοθρευθῆναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ
                            σεαυτυῦ. Χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον
                            μηδὲν ἕχειν ἀρχαῖον. « Τὰ ἀρχαῖα παρῆλθε,» καὶ τὰ ἐξῆς. Ὅρα πῶς ἔδει
                            ἑορτάζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων.</p></div></div></body></text></TEI>