« Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις·» καὶ τὰ ἐξῆς. Θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡμῶν τῷ αἵματι· λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πίστις ἐστὶν ἡ εἰς αὐτὸν, διʼ ἧς πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην. Μετὰ δὲ τὸ χρισθῆναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα· μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλʼ ὀπτὰ πυρί.