<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg050.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="5"><p>« Ααβέτωσαν ἕκαστος πρόβατον κατʼ οἵκους πατριῶν· » καὶ τὰ ἑξῆς. Ἀπὸ τῆς
                            δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδ΄· καὶ ἐπονομάσαι
                            λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ
                            ὑπερβαινόντων αὐτῶν ι΄ ὀνομάτων· καὶ τῇ ιδ΄ θύεται ἀνάμεσον τῶν
                            ἑσπερινῶν, ἀρχομένης τῆς ιε΄· ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς
                            θύσεως ἡμέρας ε΄, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς.</p></div></div></body></text></TEI>