<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg050.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="28"><p>« Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. » Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενός ἐστιν, ἢ
                            πλήρης. Εἰ μὲν γὰρ οὐκ ἔγει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος,
                            οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν· εἰ οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν
                            οὐρανοῖς, εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ τὸν νόμον οὐράνιον· οὐ
                            σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν. Εἰ δὲ κεχώρηκε
                            τὸνεἰπόντα Θεόν· « Ἐνοικήσω ἐν αὐτοἴς, καὶ ἐμπεριπατήσω, καὶ ἕσομαι
                            αὐτοἴς Θεὸς, »οὗτος οὐκ ἕστι κενὸς, ἀλλὰ πλήρης.</p></div></div></body></text></TEI>