« Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ. » Πέτρᾳ παρεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄσειστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν τοῖς ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις. « Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. » Τίνα τοῦτο τὸ ῥητὸν οὐκ ἐτάραξεν; Εἰ ἥμαρτε μὲν ὁ πατὴρ, ὁ δὲ υἱὸς, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη γενεὰ ἀπολαμβάνει τὴν ἁμαρτίαν, ὡς τοὺς μὲν κατηγορῆσαι καὶ τοῦ δεδωκότος τοὺς νόμους Θεοῦ· τοὺς δὲ μὴ κατηγορῆσαι μὲν, ἀληθῶς δὲ ἐλπίζειν τοιαῦτά τινα, καὶ προσδοκᾷν, ὅτι τὰ ἁμαρτήματα αὐτῶν οἱ υἱοὶ ἀπολαμβάνουσιν. Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν. Σαμαρεῖς ταῦτα ὑπολαμβάνουσιν, ὡς καὶ αὐτοὶ δοξάζοντες μετεσχηκέναι τοῦ ἑνὸς Θεοῦ. Οἱ ἀπὸ τῶν αἱρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἷναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς· ἀλλά τις ἐστὶν ἐκείνου μείζων θεός. Ὁ δὲ ἐκκλησιαστικὸς, οὕτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὕτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλʼ ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γεγράφθαι· οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν. Ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσασθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα. Τίνες οἱ πατέρες; φέρε τὰς Γραφὰς μάρτυρας· ἐξετασθήτωσαν τὰ λόγια 16 Exod. XVI. 25. 17 Psal. XXXVII, 5. 18 llebr. IV,9. 19 Exod.XVII,6. 20 Exod. XX, 5,6. 21 Joan. VIII,44. τὰ ἱερὰ. Λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χριστὸς τοῖς ἁμαρτάνουσιν, ὅτι « ῾ Υμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι. Ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν. » Οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν. Πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα· ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐτοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν· δέο. με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἕχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου. Ἐὰν οὗν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω. Πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέ ξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι. Καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν ἕχω πατέρα, εἰ μὲν ἅγιός εἰμι, Θεόν· εἰ δὲ ἁμαρτωλός εἰμι, τὸν διάβολον ἕχω πατέρα· ἀλλὰ καὶ τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαντα Ἀντίχριστον, ἢ ἄγγελόν τινα τοῦ διαβόλου, ἢ δαιμόνιον, οὗ τὴν ἐνέργειαν παρεδεξάμην. Καὶ ἁπαξαπλῶς εἰσί μοι πατέρες μυρίοι, ἐὰν γένωμαι ἁμαρτωλός· ὥσπερ πάλιν ἐὰν γένωμαι δίκαιος, πατήρ μου ἐστὶν ὁ Θεὸς, καθάπερ φησὶν ὁ Σωτὴρ, « Τεκνία, ἕτι μικρὸν μεθʼ ὑμῶν εἰμι. » Καὶ πάλιν, « Θύγατερ, ἡ πίστις σου σέσωκέ σε. » Καὶ πάλιν, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. » Οὔτως οἶδα καὶ ἅλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας· οὐ γὰρ ἦσαν πιστοὶ, οὐκ ἧσαν ἅγισι, ὡς δῆλον ἐκ τῆς ἱστορίας τῆς γεγραμμένης περὶ αὐτῶν. Εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο αὐτῷ, « Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. » Ἔχει γὰρ ὁ λόγος τὸ σωματικὸν, ἔχει καὶ τὸ πνευματικόν. Εἰ νενόηκας τοὺς πατέρας, ὅρα λοιπὸν ὅτι ἀπολαμβάνεις σὺ, ὁ παραδεξάμενος τὴν ἐνέργειαν, διὰ τὸ ἡμαρτηκέναι, ὑπὸ τοῦ διαβόλου, ἤ τινος τῶν ὑπʼ αὐτὸν πνευμάτων. Γενόμενος οὖν ἐκείνων υἱὸς, ἀπολαμβάνεις ἀπὸ ἀγαθοῦ Θεοῦ σε ἐπισκεπτομένου. Οὐ γὰρ ἐπισκέπτεται τὸν πατέρα σου, ἀλλʼ ἐπισκέπτεταί σε, καὶ λέγει σοι , « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, » καὶ τὰ ἑξῆς· καὶ δίδωσί σοι ὡς ἀγαθός. Ἐπισκέπτεται γάρ σε τὸν υἱὸν τοῦ πονηροῦ πατρὸς , τὰ ἁμαρτήματα ἀποδιδούς. « Ἐπισκέψομαι οὖν ἐν ῥάβδῳ τὰς ἀνομίας » ὑμῶν τῶν ἀγίων· ἐπισκέψομαι δὲ «καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν.» Διὰ τί; ἵνα τὸ « ἔλεός μου μὴ διασκεδάσω ἀπʼ αὐτῶν. » Ὅτε γὰρ καταλίπῃ 22 Ephes. VI, 16. 23 Joan. XIII, 33. 24 Matth. IX, 22 ei 2. 25 Gen. XV, 15. 26 Gen. XII. 1. 27 Psal. XLIV, 11. 28 Psal. LXXXVIII, 33. 29 Psal. LXXXVIII, 34. 30 Heb. XII, 6. 31 Osee IV, 14. τινὰ, οὐκέτι αὐτὸν κολάζει, οὕτε μαστιγοῖ. « Μαστιγοῖ » γὰρ οὐ πάντας, ἀλλὰ « πάντα υἱὸν ὃν παραδέχεται Κύριος. » Καὶ λέγεται ἐν τῷ προφήτῃ περὶ τῶν πάνυ ἁμαρτωλῶν· « Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχευθῶσι. » Τοσούτῳ χρόνῳ ὁ διάβολος ἁμαρτάνει ἀπὸ κτίσεως, καὶ καταβολῆς κόσμου, καὶ οὔτε πῦρ, οὔτε μάστιξ· .οὐ γὰρ ἄξιός ἐστι τῶν κολάσεων τῶν ἀπὸ τοῦ Θεοῦ. Οὐ γὰρ δύναταιεἰπεἴν ὁ διάβολος, « Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, » καὶ τὰ ἐξῆς. Ἕκαστος οὖν συνειδὼς ἑαυτῷ ἁμαρτίας, εὐχέσθω κολασθῆναι. Καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. Εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐν- θάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι. « Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἐξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ καρτύρια, καὶ ἐντολαί. Δικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰρημένον, « Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἐξῆς, περὶ αὐτοῦ εἰρημένα· κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται· ἐντολαὶ δὲ, « Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·» πρόσταγμα δὲ, « Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν· » μαρτύρια δὲ, « Διαμαρτύρομαι ὑμἴν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν. » « Ἕξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν. » Σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν. « Προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ. » Ἀκύλας καὶ Σύμμαχος εἶπον, « πρὸς τοὺς θεούς. » Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον.