<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg050.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="18"><p>« Καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν
                            Aἰγυπτίων,καὶ τριστάτας ἐπὶ πάντων.» Τοὺς πρὸς τρεῖς δυναμένους
                            μάχεσθαι, ἢ τοὺς ἐν τῇ παρατάξειμετὰ τὸν πρωτοστάτην καὶ τὸν
                            δευτεροστάτην ἱσταμένους ἐν τῇ τρίτῃ τάξει. Ἄλλοι δέ φασιν, ὡς εἰς τὰς
                            χεῖρας τῶν πολεμίων ἅρματα ἐποίουν μεγάλα, ὥστε καὶ τρεῖς χωρεῖν, ἵνα ὁ
                            μὲν εἷς ἡνιοχεῖ, οἱ δὲ δύο πολεμοῦσιν· ἢ τοὺς ἐπὶ τριῶν ἵππων βεβηκότας.
                            Οἱ γὰρ παλαιοὶ ἐν τοῖς πολέμοις ἐπὶ δύο ἢ τριῶν ἵππων ἐπωχοῦντο ἐξιόντες
                            ἁρματηλάται. Ἤ τριστάτην λέγει τὸν ἐν τῷ καθέζεσθαι τὸν βασιλέα, τρίτον
                            ἱστάμενον, ἤτοι τρίτην ἔχοντα καθέδραν· οἷος ἦν ὁ Δαυΐδ παρὰ Σαοὺλ, ὡς
                            ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρήσεις.</p></div></div></body></text></TEI>