Τοῦ αὐτοῦ. Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν, ὥσπερ καὶ ἀπερίτμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ. Τοῦ αὐτοῦ. Ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ μήτις οὐ περιτέτμηται τὰς περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι. Ποίας δὲ ταύτας; ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες· καὶ ὅσοι οὐ περιτέτμηνται τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν. Ἀπερίτμητος χείλεσιν, ὁ μὴ περιτεμνόμενος τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους. Οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνόμενον τὰ σαρκικὰ πράγματα· καὶ ἀπερίτμητον ὀφθαλμοῖς, τὸν βλέποντα ἃ μὴ δεἴ, καὶ μὴ καθαίροντα τὸ ὁρατικόν· καὶ ἀπερίτμητον σαρκὶ, τὸν πράττοντα ἃ μὴ δεῖ.