Τοῦ αὐτοῦ. Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν, ὥσπερ καὶ ἀπερίτμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ. Τοῦ αὐτοῦ. Ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ μήτις οὐ περιτέτμηται τὰς περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι. Ποίας δὲ ταύτας; ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες· καὶ ὅσοι οὐ περιτέτμηνται τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν. Ἀπερίτμητος χείλεσιν, ὁ μὴ περιτεμνόμενος τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους. Οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνόμενον τὰ σαρκικὰ πράγματα· καὶ ἀπερίτμητον ὀφθαλμοῖς, τὸν βλέποντα ἃ μὴ δεἴ, καὶ μὴ καθαίροντα τὸ ὁρατικόν· καὶ ἀπερίτμητον σαρκὶ, τὸν πράττοντα ἃ μὴ δεῖ. « Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον.» Ἐν τοῖς Ἀριθμοῖς κεῖται, « ἀπὸ Βουθὰ ἐπὶ στόμα Ἰρώθ· δ ἐστιν ἀπέναντι Bεελσεπρὼν ἐχόμενα τοῦ Βοῤῥᾶ, » παρεμβεβληκέναι τοὺς υἱοὺς Ἰσραήλ. « Καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Aἰγυπτίων,καὶ τριστάτας ἐπὶ πάντων.» Τοὺς πρὸς τρεῖς δυναμένους μάχεσθαι, ἢ τοὺς ἐν τῇ παρατάξειμετὰ τὸν πρωτοστάτην καὶ τὸν δευτεροστάτην ἱσταμένους ἐν τῇ τρίτῃ τάξει. Ἄλλοι δέ φασιν, ὡς εἰς τὰς χεῖρας τῶν πολεμίων ἅρματα ἐποίουν μεγάλα, ὥστε καὶ τρεῖς χωρεῖν, ἵνα ὁ μὲν εἷς ἡνιοχεῖ, οἱ δὲ δύο πολεμοῦσιν· ἢ τοὺς ἐπὶ τριῶν ἵππων βεβηκότας. Οἱ γὰρ παλαιοὶ ἐν τοῖς πολέμοις ἐπὶ δύο ἢ τριῶν ἵππων ἐπωχοῦντο ἐξιόντες ἁρματηλάται. Ἤ τριστάτην λέγει τὸν ἐν τῷ καθέζεσθαι τὸν βασιλέα, τρίτον ἱστάμενον, ἤτοι τρίτην ἔχοντα καθέδραν· οἷος ἦν ὁ Δαυΐδ παρὰ Σαοὺλ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρήσεις. « Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε.» Ὅτε Θεὸς πειράζει, ἐπʼ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη, ὅτι Ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν, » ὡς καὶ μετʼ ὀλίγα ἐπάγει ὁ λόγος· « Ἐὰν ἀκοῇ ἀκούσῃς Κυρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς 9 Exod. XII, 46. 10 ibid.48. 11 Exod. XIII, 20. 12 Num. XXXIII,7. 13 Exod.XIV. 7. 14 Exod. XV,25. 15 Jacob. 1, 13. Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. » Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται. Ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου· ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν Θεὸς πειράζει οὐκ ἀγνοῶν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον. « Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος· Σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὕριον. » Ἀπογράφομαι τὰ περὶ τοῦ σαββάτου εἰρημένα· πρῶτον κατὰ τὸ ῥητὸν, ἵνʼ ἴδωσι τί σημαίνει τὸ γράμμα· δεύτερον δὲ κατὰ τὴν ἀναγωγὴν, καθʼ ἣν εἴποιμι ἂν ἡμέραν σαββάτου ἐνεστηκέναι τῷ δικαίῳ καταλύσαντι τὰ τοῦ κόσμου ἔργα. καὶ δοξάζοντι τὸν Θεὸν, καὶ σχολάζοντι, μήτε τοῦ τόπου ἐν ᾧ ἔστηκε τοῦ Χριστοῦ, ἀφισταμένῳ· μήτε πῦρ καίοντι, κατὰ τὸ μηδὲν ἁμαρτάνειν· μήτε βαστάγματα αἵροντι. Βάσταγμα ὅρους βαρύτερον πᾶσα ἁμαρτία· διὸ ἔλεγεν ὁ ῾ Υμνῳδὸς· « Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. » Ἑτέρα δὲ ἀπογραφὴ ἂν εἴη σαββάτου, καθʼ ἥν « ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ, » ἀνάπαυσις ἱερὰ καὶ ἁγία. Ὁ δὲ ποιήσας πάντα τὰ ἔργα αὐτοῦ, ἄξιος κρίνεται ἐκείνου τοῦ σαββάτου· σχολάζων οὐδενὶ ἢ τῇ θεωρίᾳ τῆς ἀληθείας, καὶ τῆς σοφίας. Ταῦτα δὲ διὰ τὸ μεμνῆσθαι ἐνταῦθα τὸν Μωυσέα περὶ τοῦ σαββατίζειν, παρεθέμεθα.