<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg050.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="14"><p>« Καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω.» Ἐκκλησιαστικὸν λόγον οὐ
                            δεῖ ἔξω τῆς Ἐκκλησίας πρεσβεύειν, ὡς ἕξω τῆς οἰκίας μὴ ἐκφέρειν τὰ κρέα·
                            φημὶ δὲ εἰς συναγωγὴν Ἰουδαίων ἥ αἱρετικῶν· ὅμοιον γάρ ἐστι τῷ ῥίψαι
                            τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.</p></div><div type="textpart" subtype="paragraph" n="15"><p>«Πᾶς ἀπερίτμητος οὐκ ἕδεται ἀπʼ αὐτοῦ.» Πᾶν γέννημα ψυχῆς νοητὸν
                            ὑπερβαῖνον τὰ ὑλικὰ (ὑλικὰ δὲ τὰ θήλεα) περιτέμνειν καὶ καθαίρειν δεῖ,
                            ἵνα οὕτως μεταλαμβάνῃ τις τῶν κρεῶν τοῦ Πάσχα· ὡς αὐτόχθων δὲ τῆς γῆς,
                            καὶ ὁ προσήλυτος γίνεται· οὐ γὰρ τὰ σπέρματα προτιμᾷ ὁ Θεὸς τὰ εὐγενῆ,
                            ἀλλὰ προαίρεσιν ἀποδέχεται.</p></div><div type="textpart" subtype="paragraph" n="16"><p>Τοῦ αὐτοῦ. Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν,
                            ὥσπερ καὶ ἀπερίτμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ. Τοῦ αὐτοῦ.
                            Ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ μήτις οὐ περιτέτμηται τὰς
                            περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι. Ποίας δὲ ταύτας;
                            ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες· καὶ ὅσοι οὐ περιτέτμηνται
                            τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν. Ἀπερίτμητος χείλεσιν, ὁ μὴ περιτεμνόμενος
                            τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους. Οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ
                            σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνόμενον τὰ σαρκικὰ πράγματα· καὶ ἀπερίτμητον
                            ὀφθαλμοῖς, τὸν βλέποντα ἃ μὴ δεἴ, καὶ μὴ καθαίροντα τὸ ὁρατικόν· καὶ
                            ἀπερίτμητον σαρκὶ, τὸν πράττοντα ἃ μὴ δεῖ.</p></div><div type="textpart" subtype="paragraph" n="17"><p>« Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν
                            ἔρημον.» Ἐν τοῖς Ἀριθμοῖς κεῖται, « ἀπὸ Βουθὰ ἐπὶ στόμα Ἰρώθ· δ ἐστιν
                            ἀπέναντι Bεελσεπρὼν ἐχόμενα τοῦ Βοῤῥᾶ, » παρεμβεβληκέναι τοὺς υἱοὺς
                            Ἰσραήλ.</p></div></div></body></text></TEI>