<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg050.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="10"><p>«Καθίξετε τῆς φλιᾶς, καὶ ἐπʼ ἀμφοτέρων τῶν σταθμῶν, ἀπὸ τοῦ αἵματος ὅ
                            ἐστι παρὰ τὴν θύραν. » φλιᾶς μὲν, ὡς ἀποδέδωκέ τις τῶν πρὸ ἡμῶν, τοῦ
                            λογικοῦ· ἀμφοτέρων δὲ σταθμῶν, θυμικοῦ καὶ ἐπιθυμητικοῦ.</p></div><div type="textpart" subtype="paragraph" n="11"><p>Γοῦ αὐτοῦ. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὀλοθρευτὴν διʼ ἐπινοίας ἐκβάλλομεν,
                            ἀλλʼ ὅπως ἂν μηδὲ τὴν ἀρχὴν παρεισδύη, φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα.
                            Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια, τὸ, τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ
                            τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημαίνεσθαι.</p></div><div type="textpart" subtype="paragraph" n="12"><p>Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς, καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ
                            Αἰγύπτῳ. » Διʼ ἀγγέλων γὰρ ὁ Θεὸς τὰς θανατηφόρους ταύτας ἐπάγει πληγὰς,
                            ὡς καὶ ἐν ταῖς Βασιλείαις ἔγνωμεν πῶς ἐν μιᾷ νυκτὶ ὁ ἄγγελος ἀνεῖλε τῶν
                            Ἀσσυρίων ρπε΄ χιλιάδας.</p></div><div type="textpart" subtype="paragraph" n="13"><p>«Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. Καὶ πάντα
                            οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπʼ
                            αὐτοῦ· » καὶ τὰ ἑξῆς. Ἀκολούθως τοῖς παρατεθεῖσι τρίτος ἐστὶν οὗτος
                            νόμος. ὃν εἷπε πάλιν ὁ Κύριος παρὰ τοὺς δύο νόμους. Πρόσχες δὲ τῇ
                            ἀκριβείᾳ τῆς Γραφῆς, ὅτι οὐκ εἷπε τοῦτον τὸν νόμον τὸν περὶ τοῦ Πάσχα ὁ
                            Κύριος ἐν τῇ ἀρχῇ. Εἰ γὰρ εἰρήκει ἔτι ὄντων ἐν Αἰγύπτῳ πρὶν ἀπᾷραι ἐκ
                            τῆς Αἰγύπτου τὸν Ἰσραὴλ, τὸ, « Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπʼ αὐτοῦ. Καὶ
                            πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτεμεῖς, καὶ τότε φάγεται ἀπʼ
                            αὐτοῦ, » οὐκ ἂν ἐξεληλύθησαν ὁ πολύμικτος πολὺς ὅχλος ὁ ἐξελθὼν ἐξ
                            Αἰγύπτου. Ἐτήρησεν οὖν τὸν νόμον τοῦτον, ἵνα μετὰ τοῦ ἐξελθεῖν τοὺς
                            βουλομένους δοθῇ ἄλλος νόμος. Καὶ μετʼ ὀλίγα. Ἐὰν ἀλληγορῶμεν ταῦτα εἰς
                            τὴν ψυχὴν ἡμῶν, ἐροῦμεν ὅτι οἰκογενεῖς μέν εἰσιν εἱ συμπεφυκότες ἡμῖν
                            καὶ γεωργηθέντες λόγοι, καὶ ἐπιστῆναι ἀπὸ συμφύτων ἐννοιῶν ἀρξάμενοι·
                            ἀργυρώνητοι δὲ, ὅσοι ἐκ διδασκαλίας ἡμῖν ἐπιγίνονται ἕξωθεν ἀπὸ τῶν
                            μαθημάτων. Πάντας οὖν φησι περιτέμνειν καὶ καθαίρειν, καὶ τοὺς
                            οἰκογενεῖς, καὶ τοὺς ἀργυρωνήτους. Ἀλλογενῆ δὲ οὐδένα δεῖ προσλαμβάνειν,
                            οἷον ἀλλότριον δόγμα προσιεμένους· ἀλλογενῆ γὰρ οὐ παραδέχεται, ὃς
                            βούλεται βεβηλῶσαι τὴν ἑορτὴν τοῦ Κυρίου. Καὶ μετʼ ὀλιγα. Εἰ γὰρ ἐν
                            Ἐκκλησίᾳ ἐσθίεις λόγους Θεοῦ, ἐσθίεις δὲ καὶ ἐν Ἰουδαίων συναγωγῇ,
                            παραβαίνεις τὴν λέγουσαν ἐντολὴν, « Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται. » Εἰ δὲ
                            μεταλαμβάνεις λόγων Θεοῦ, ἐν οἰκίᾳ μιᾷ τῇ Ἐκκλησίᾳ· εἶτα καταλιπὼν
                            αὐτὴν, ὑπολαμβάνεις μεταλαμβάνειν Θεοῦ ἐν αἱρετικῇ συναγω <note type="footnote">4 II Cor. v, 17. 5 Exod. XII,22. 6 ibid.29. 7 IV
                                Reg. XIX,35. 8 Exod.XII,43,44.</note>
                            <pb n="288"/> γῇ, λεγούσης τῆς ἐντολῆς, « Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, » σὺ
                            οὐκ ἐσθίεις ἐν οἰκίᾳ μιᾷ. Μίαν οὖν νοήσαι οἰκίαν τὴν Ἐκκλησίαν· μηδαμοῦ
                            οὖν ἔσθιε τοῦ προβάτου ἔξω γενόμενος τῆς Ἐκκλησίας.</p></div></div></body></text></TEI>