« Καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐνώπιον τῶν Αἰγυπτίων. Ὅταν δὲ ἀποτρέχοιτε, οὐκ ἀπελεύσεσθε κενοί.» Αὕτη ἡ ἐπαγγελία τῷ Ἀβραὰμ προεδέδοτο Μετὰ ταῦτα, λέγοντος τοῦ Θεοῦ, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς. » « Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Bεβάρυται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν.» Τὸ, « Bεβάρυται ἡ καρδία Φαραὼ, » λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀαρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν, εἰ ἕτερόν ἐστι τοῦ, ιἐσκληρύνθαι τὴν καρδίαν Φαραώ, » λεγομένου πολλάκις,καὶτοῦ,«κατισχυκέναι.» Καὶ γὰρ καὶ τοῦτο οὕτως εἴρηται, « Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὼς ἐλάλησε Κύριος.» Δοκεῖ δέ μοι ἡ μὲν ἐνδιδοῦσα καρδία πρὸς τὰ θεῖα, ἁπαλύνεσθαι καὶ μὴ ἰσχύειν ἀνθίστασθαι τῇ θειότητι, καὶ μὴ βαρύνεσθαι, μηδὲ ἕλκε 91 Exod. VIII, 2. 92 Exod. X, 3. 93 Exod. IX, 20, 30. 94 Exod. III,21. 95 Gen.XV,14. 96Exod. VII,13.44. (69) Ἐrι. Deest in libb. antea editis, nec nonista sæ paulo infra leguntur: τὸ γὰρ, ἕως τίνος οὐ βούλει ἐντραπῆναί με, sed restituuntur auctoritato co- cæ Regiæ. titcum andscrptorum. σθαι κάτω εἰς γῆν καὶ ὕλην· ἡ δὲ ἀντιτείνουσα καὶ ἐναντισυμένη τῷ θείῳ βουλήματι, σκληρύνεσθαι καὶ ἀντιτυπεῖν δίκην λίθου, καὶ ἀποκρούεσθαι τὸν λόγον, καὶ κατʼ ἀπόνοιαν ἀνθίστασθαι μετά τινος ψευδωνύμου ἰσχύος. Ἀνάγκη δὲ τὴν τοιαύτην καρδίαν καθελκομένην ὑπὸ τῆς κακίας οὕσης κατωφεροῦς, βαρύνεσθαι. Οὐ μὴν κατὰ τὴν αὐτὴν διάνοιαν ταῦτα τῇ καρδίᾳ συμβαίνει, εἰ καὶ μιᾷ καὶ τῇ αὐτῇ συμβέβηκε φαύλῃ οὔσῃ τὸ κατισχύειν καὶ τὸ βαρύνεσθαι. Ἡ μὲν γὰρ, ὡς εἴρηταί που, λιθίνη γίνεται ἡ καρδία καὶ σκληρύνεται· ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείττονι τῇ θείᾳ φύσει· ἀλλὰ θεομαχεῖν ἱσταμένη κατʼ αὐτῆς καὶ ἰσχύειν λέγεται. « Εἶπε δὲ αὐτῷ Μωυσῆς, Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται. » Ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευσιν τὴν φύσιν εἴκουσαν ἔχει. Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι οὐ πάντα τῇ ῥάβδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἴνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι υἱ πολλοὶ νομίσωσι. « Ααβέτωσαν ἕκαστος πρόβατον κατʼ οἵκους πατριῶν· » καὶ τὰ ἑξῆς. Ἀπὸ τῆς δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδ΄· καὶ ἐπονομάσαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ ὑπερβαινόντων αὐτῶν ι΄ ὀνομάτων· καὶ τῇ ιδ΄ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχομένης τῆς ιε΄· ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας ε΄, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς.