<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg048.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="93"><p>Υελείφθη δὲ Ἰακὼδ μόνος, καὶ ἐπάλαιε μετʼ αὐτοῦ ἄνβρωπος, καὶ τὰ ἐξῆς. Τίς δʼ
                        ἂν ἄλλος (18) εἴη ὁ λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ
                        συναγωνιζόμενος τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν
                        ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὅς καὶ εὐλογήσας τὸν
                        Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ
                        ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν
                        ἀπόστολοι· Ὃ ἦν ἀπʼ ἀρχῆς, ἐωράεαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα,
                        καὶ αἱ χεάρες ἡμῶν ἐψηλάφησαν περὶτοῦ Λόγου τῆς ζωῆς· ὃν Λόγον, καὶ ζωὴν
                        θεασάμενος καὶ ὁ Ἰακὼβ, ἐπιφέρει λέγων· Εἶδον γὰρ Θεὸν πρόσωπον πρός
                        πρόσωπον.</p></div></div></div></body></text></TEI>