Υελείφθη δὲ Ἰακὼδ μόνος, καὶ ἐπάλαιε μετʼ αὐτοῦ ἄνβρωπος, καὶ τὰ ἐξῆς. Τίς δʼ ἂν ἄλλος (18) εἴη ὁ λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ συναγωνιζόμενος τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὅς καὶ εὐλογήσας τὸν Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπʼ ἀρχῆς, ἐωράεαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεάρες ἡμῶν ἐψηλάφησαν περὶτοῦ Λόγου τῆς ζωῆς· ὃν Λόγον, καὶ ζωὴν θεασάμενος καὶ ὁ Ἰακὼβ, ἐπιφέρει λέγων· Εἶδον γὰρ Θεὸν πρόσωπον πρός πρόσωπον.