Ἐγένετο δέ μετὰ ῥήματα ταῦτα, ἤμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισιτοποεός τῷ κυρίῳ αὐτῶν βασαιλεῖ Αἰγὕπτου. Νομίζω (26) ὅτι τὸ ἀνάλογον τῷ· Ἥμαρτον βααιλεῖ Αἰγύπτου, λέγοιτʼ ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλʼ οὐ τῷ Θεῷ. Εἰς γὰρ τὸν τοῦ κόσμου νόμον δοκοῦσιν ἁμαρτάνειν, ἐναντίον ὄντα τῷ νόμῳ τοῦ Θεοῦ.