<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="psalm" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1" n="9"><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:9" n="6"><p rend="align(indent)"><label xml:lang="lat">v. 6.</label> Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.</p><p rend="align(indent)">Ὑπὲρ τῆς ἀνθρωπίνης τυραννουμένης φύσεως οὕτω πικρὰν αὐτῷ τὴν τιμωρίαν ἐπέθηκας. Ἐπετίμησας τοῖς ἔθνεσι, τουτέστι τὰ θεῖα διδάγματα διὰ τῶν ἀποστόλων καὶ τῶν ἐξῆς διδασκάλων αὐτοῖς παραδούς· ὧν δεξαμένων, ἀπώλετο [ὁ ἀσεβὴς], τοὺς κατὰ τὴν πλάνην προσκυνοῦντας οὐκ ἔχων. Οὕτω καὶ Λυκάοσι θῦσαι πειρωμένοις Παῦλος ἐπετίμα καὶ Βαρνάβας, εἰπόντες· Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῶν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων ὑμᾶς ἐπιστρέφοντες. Καὶ Γαλάταις δὲ Παῦλος ἐπετίμα· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, ἐν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Οὕτω Κορινθίοις· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Ἐξηλείφθη τοίνυν αὐτοῦ τὸ ὄνομα εἰς τὸν αἰῶνα. Ἅπασα γὰρ ἔσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐσεβείας μυστήρια, τοσοῦτον καὶ τό· Ὁδὸς ἀσεβῶν ἀπολεῖται.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:9" n="8"><p rend="align(indent)"><label xml:lang="lat">v. 8.</label> Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.</p><p rend="align(indent)">Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κὰν τῷ μέλλόντι <pb facs="analectasacrasp01pitrgoog_0519"/> τὸ φρικῶδες αὐτοῦ δείξει κριτήριον πᾶσιν ἀνθρώποις, δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:9" n="9"><p rend="align(indent)"><label xml:lang="lat">v. 9.</label> Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.</p><p rend="align(indent)">Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἰοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόντων, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πράξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:9" n="13"><p rend="align(indent)"><label xml:lang="lat">v. 13.</label> Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν· πενήτων. </p><p rend="align(indent)">Τοιαύτη τίς ἦν; Ἡ διὰ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γενομένη, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:9" n="14"><p rend="align(indent)"><label xml:lang="lat">v. 14.</label> Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.</p><p rend="align(indent)">Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου.</p></div></div></div></body></text></TEI>