v. 7. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Vatic. p. 635, 2. Λέγων πρὸς αὐτόν· Δεῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ὥσπερ ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ’ οὗ ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδοκωμένοις προβάλλων. Ἢ ὅτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐτοῦ γενόμενος, εὐφραίνεται. v. 9. Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. v. 4. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ. Vatic. p. 636, 1. Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἡ αὐτὸς ἔπαινος ὤν. v. 7. Ἐγὼ δέ εἰμι σκώληξ. Ὡς ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμβανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· Ἐγώ εἰμι ὁ σκώληξ. v. 19. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με. Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, ἅπαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή.