<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="psalm" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1" n="18"><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:18" n="12"><p rend="align(indent)"><label xml:lang="lat">v. 12.</label> Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. </p><p rend="align(indent)">Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδικαιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. — Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦλός <pb facs="analectasacrasp01pitrgoog_0532"/> σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἡ αὐτά· διὸ ἔχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:18" n="13_14"><p rend="align(indent)"><label xml:lang="lat">v. 13, 14.</label> Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.</p><p rend="align(indent)">Ὁ δὲ Ἀκύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. Ἐπὶ γὰρ τοῖς κατορθοῦσι τὸ πάθος, ἐσθ’ ὅτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι’ ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποστολικὸν, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσθῆναι τῆς ὑπερηφανείας· ἀφ’ ἧς ἁμαρτίας οὔσης μεγάλης καθαρισθεὶς, ἄμωμος ἔσομαι ἐξ ὑπερηφανείας, ἅμα καὶ τῶν κρυφίων καθαρισθείς· νῦν γὰρ οὔπω θαῤῥῶ.</p></div></div><div type="textpart" subtype="psalm" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1" n="19"><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:19" n="3_4"><p rend="align(indent)"><label xml:lang="lat">v. 3, 4.</label> Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου· μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. <bibl xml:lang="lat">Vatic. p. 635, 1.</bibl> </p><p rend="align(indent)">Ῥυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. Πιαίνεται δὲ ὁλοκαύτωμα, ὅταν ὅλῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· ἔσται δὲ τοῦτο, ὅταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:19" n="8"><p rend="align(indent)"><label xml:lang="lat">v. 8.</label> Οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἵπποις. </p><p rend="align(indent)">Νόει καί ἵππους τὰ σκριρτήματα τῶν παθῶν, εἰς [οἷς] ἐπιβαίνουσιν οἱ δαίμονες· ἅρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν, ἐν οἷς παρασκευάζονται καθ’ ἡμῶν.</p></div><div type="textpart" subtype="verse" xml:base="urn:cts:greekLit:tlg2042.tlg044.1st1K-grc1:19" n="10"><p rend="align(indent)"><label xml:lang="lat">v. 10.</label> Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν.</p><pb facs="analectasacrasp01pitrgoog_0533"/><p rend="align(indent)">Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον Δαυίδ.</p></div></div></div></body></text></TEI>